Τῇ αὐτῇ ἡμέρᾳ ἐπιτελεῖται ἐν Μεγάροις ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων ΣΕΡΑΦΕΙΜ, ΔΩΡΟΘΕΟΥ, ΙΑΚΩΒΟΥ, ΔΗΜΗΤΡΙΟΥ, ΒΑΣΙΛΕΙΟΥ καὶ ΣΑΡΑΝΤΗ.

Ὑπῆρχέ τις ἐφ’ ἱκανοὺς χρόνους πάσχων ὑπὸ ἐπιληψίας, βασανιζόμενος ὑπὸ πνευμάτων ἀκαθάρτων, τὸ ὄνομα Ἀθανάσιος, καταγόμενος ἐκ τῆς ἰδίας πόλεως τῶν Μεγάρων, ὅστις ἅμα τῇ ἀνευρέσει τῶν ἁγίων λειψάνων προστρέχει σὺν ἐνθέρμῳ ζήλῳ καὶ εὐλαβείᾳ πρὸς τὸν τάφον τῶν Ἁγίων καὶ προσπέσας γονυκλινῶς καὶ προσευξάμενος, ὢ τοῦ θαύματος! παραχρῆμα ἰάθη, ἐπιστρέψας εἰς τὸν οἶκον αὐτοῦ ὑγιὴς δοξάζων τὸν Θεὸν καὶ τοὺς Ἁγίους.

Κόρη τις, ἐπίσης ἐκ τῆς αὐτῆς πόλεως καταγομένη, πάσχουσα καὶ αὕτη ἐξ ὁμοίας ἀσθενείας, ἅμα τῷ ἀκούσματι τοῦ πρῶτου τῶν Μαρτύρων θαύματος προσέδραμε πίπτουσα παρὰ τοὺς τάφους τῶν Ἁγίων μετὰ δακρύων καὶ εὐλαβείας, ἰάθη δὲ διὰ δευτέρου θαύματος τῶν Ἁγίων καὶ ἐπέστρεψεν εἰς τοὺς γονεῖς της χαίρουσα καὶ δοξάζουσα αὐτούς.

Ἀφοῦ παρῆλθον πέντε μῆνες μετὰ τὴν ἐμφάνισιν τῶν Ἁγίων, μετεδόθη ἡ φήμη τῶν θαυμάτων γύρωθεν εἰς τὰς παρακειμένας πόλεις καὶ χωρία. Μαθὼν ὅθεν τοῦτο καί τις ἐκ τοῦ χωρίου Κακόσι τῆς Θίσβης, τὸ ὄνομα Ἀναστάσιος, πάσχων καὶ οὗτος ὑπὸ πνευμάτων ἀκαθάρτων, προσέτρεξε τῇ βοηθείᾳ τῶν ἑαυτοῦ γονέων καὶ προσέπεσε μετὰ κατανύξεως εἰς τὸν τάφον τῶν Ἁγίων Μαρτύρων, ἐπιστρέψας εἰς τὸ χωρίον του μετὰ ἐννεαήμερον διαμονὴν ὑγιής, δοξάζων καὶ ὑμνολογῶν τὸν Θεὸν καὶ τοὺς Ἁγίους· μετὰ ταῦτα δὲ ἐνεδύθη τὸ μοναχικὸν σχῆμα, ἀφιερώσας ἑαυτὸν εἰς τὴν Μονὴν τῆς Μακαριωτίσσης παρὰ τὴν Δομβραῖναν. Μετὰ παρέλευσιν μηνὸς ἀπὸ τῆς θεραπείας τούτου, ἐλθὼν ἐκ τῆς νήσου Σαλαμῖνος ἀόμματός τις, στερούμενος ἀπὸ ἱκανῶν χρόνων τὸ φῶς, τὸ ὄνομα Ἰωάννης, ὅστις κατὰ φαντασίαν μόνον ἐγνώριζε τὸ φῶς τοῦ ἡλίου καὶ τῆς σελήνης, οὐδ’ ἐγνώριζε πότε ἦτο ἡμέρα καὶ πότε νύξ, καὶ προσπέσας καὶ προσευχόμενος μετὰ δακρύων εἰς τὸ κενοτάφιον τῶν Ἁγίων, ὤ τοῦ θαύματος! παραχρῆμα ἀνέβλεψεν, ἰδὼν τὸ ἀπὸ ἐτῶν ποθούμενον φῶς τοῦ ἡλίου καὶ τὸν διὰ τῆς σελήνης στολισμὸν τῆς νυκτός· βλέπων δὲ ἐπέστρεψεν εἰς τὴν πατρίδα αὑτοῦ, δοξάζων τὸν Θεὸν καὶ τοὺς Ἁγίους, μεθ’ ὃ ἐποίησε δύο εἰκόνας, τῆς Θεοτόκου καὶ τῶν Ἁγίων Μαρτύρων, εἰς ἀνάμνησιν τῆς θεραπείας του, αἵτινες, πεπαλαιωμέναι ἤδη, διασῴζονται.


Ὑποσημειώσεις

[1] Ἐπὶ τῆς ἐποχῆς δηλαδὴ καθ’ ἣν συνεγράφη τὸ συναξάριον τοῦτο.