© 2026 Ἐκδόσεις Συναξαριστὴς
Created by Attenzo

Ἰουνίου ΚΖ’ (27η)

✥ Τῇ ΚΖ’ (27ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν ΣΑΜΨΩΝ τοῦ Ξενοδόχου.

Ἐξῆγεν ὁ πρὶν ἐκ γνάθου Σαμψὼν πόμα,
Ὁ νῦν δὲ Σαμψὼν μύρον ἐκ τάφου βρύει.
Εἰκάδι ἑβδομάτῃ Σαμψὼν θάνε βλύσε τε μύρα.

Ὁ Ἑλληνικὸς τούτου βίος σῴζεται ἐν τῇ Μεγίστῃ Λαύρᾳ, ἐν τῇ τῶν Ἰβήρων καὶ ἐν ἄλλαις οὗ ἡ ἀρχή· «Ἅμα μὲν χάριτος ἔργον καὶ θεραπείας». Μεταφρασμένος εὑρίσκεται καὶ ἐν τῇ «Καλοκαιρινῇ». Ἐνταῦθα καταχωρεῖται ἐλαφρῶς διεσκευασμένος κατὰ τὸ λεκτικόν.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΝΕΚΤΟΥ.

Οὐκ ἦν ἀνεκτὸν τῷ Ἀνέκτῳ μὴ στέγειν
τὸν διὰ Χριστὸν θάνατον μέχρι τέλους.

ΣΥΝΑΞΑΡΙΟΝ

   

✥ Διήγησις Συνεσίου Ἐπισκόπου Κυρήνης περὶ Εὐαγρίου τινὸς φιλοσόφου καὶ χρυσίου λιτρῶν τριακοσίων.

Ἁδρὰν δίδου, πλούσιε, τοῖς πτωχοῖς δόσιν,
Λήψῃ γὰρ αὐτὴν πολλαπλασιωτέραν.

Ἡ διήγησις αὕτη εὑρίσκεται καὶ ἐν τῷ Νέῳ Ἐκλογίῳ καὶ τῷ Λειμωναρίῳ μὲ μικράν τινα παραλλαγήν.

ΣΥΝΑΞΑΡΙΟΝ

   

✥ Ἡ Ἁγία ΙΩΑΝΝΑ ἡ Μυροφόρος ἐν εἰρήνῃ τελειοῦται.

Οὗπερ παρέστης, Ἰωάννα, τῷ τάφῳ
Τούτου παρέστης ἔσχατον καὶ τῷ θρόνῳ.

 

✥ Ὁ Ὅσιος ΛΟΥΚΑΣ ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται.

Παρῆλθε Λουκᾶς, ἀλλ’ ἐμοὶ τοῦτον λόγον
Καὶ τῶν ἐφεξῆς σαλπίσουσι τῷ βίῳ.

 

✥ Οἱ Ἅγιοι ΜΑΡΚΙΟΣ καὶ ΜΑΡΚΙΑ ξίφει τελειοῦνται.

Ἥνωντο κλήσει Μάρκιος καὶ Μαρκία,
Οὓς καὶ τομὴ συνῆψεν ἡ διὰ ξίφους.

 

✥ Ὁ Ἅγιος Ἱερομάρτυς ΠΙΕΡΙΟΣ ὁ Πρεσβύτερος Ἀντιοχείας πυρὶ τελειοῦται.

Ὡς ἱερεῖον τὸν Πιέριον, Λόγε,
Ἐνήγισάν σοι 
[1] δυσσεβεῖς ἐπ’ ἀνθράκων.

   

ΕΠΙΣΤΡΟΦΗ

     

Ὑποσημειώσεις

  

[1] Ἤτοι κατέκαυσαν.