© 2026 Ἐκδόσεις Συναξαριστὴς
Created by Attenzo

Νοεμβρίου ΙΘ’ (19η)

✥ Τῇ ΙΘ’ (19ῃ) τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Προφήτου ΑΒΔΙΟΥ.

Ἔφησεν ἄν τι μέλλον Ἀβδιοὺ πάλιν,
Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα,
Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν.

Ὁ Ἅγιος οὗτος Προφήτης ὑπὸ ἄλλων μὲν μεταφραστῶν τῆς Παλαιᾶς Διαθήκης γράφεται Ἀβδιού, ὑπ’ ἄλλων δὲ Ὀβδιοὺ ἢ Ὀβαδίας. Εἰς τοὺς Συναξαριστάς, τὰ Μηναῖα καὶ τὸ Ὡρολόγιον γράφεται Ἀβδιού, ὅθεν εἰς τούτους καὶ ἡμεῖς ἑπόμεθα.

ΣΥΝΑΞΑΡΙΟΝ

   

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΒΑΡΛΑΑΜ.

Σὺν λιβανωτῷ Βαρλαὰμ τὸ πῦρ φέρων,
Εὔοσμον ὤφθης λιβανωτὸν Κυρίῳ.

Τοῦτον τὸν γενναῖον Ἀθλητὴν ἐτίμησαν μὲ ρητορικὰ ἐγκώμια τόσον ὁ Μέγας Βασίλειος, οὗ ἡ ἀρχή· «Πρότερον μὲν τῶν Ἁγίων οἱ θάνατοι», ὅσον καὶ ὁ θεῖος Χρυσόστομος, οὗ ἡ ἀρχή· «Συνεκάλεσεν ἡμᾶς εἰς τὴν ἱερὰν ταύτην ἑορτήν», τὰ ὁποῖα σῴζονται ἐν τοῖς ἐκδιδομένοις.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΑΖΗ τοῦ θαυματουργοῦ.

Διψητική τις ὡς ἔλαφος εἰς ὕδωρ,
Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα ΜΑΡΤΥΡΕΣ στρατιῶται, οἱ διὰ τοῦ Ἀγίου Ἄζη πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.

Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας,
Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι.

 

✥ Αἱ Ἅγιαι, ἥ τε ΓΥΝΗ καὶ ΘΥΓΑΤΗΡ τοῦ ἐπάρχου, ξίφει τελειοῦνται.

Λιποῦσα γυνὴ Ἀκυλῖνον θυγάτηρ,
Τὸν Χριστὸν εὗρον νυμφίον διὰ ξίφους.

 

✥ Οἱ Ἅγιοι δώδεκα ΜΑΡΤΥΡΕΣ στρατιῶται ξίφει τελειοῦνται.

Στρατεύομαί σοι σήμερον διὰ ξίφους,
Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει.

 

✥ Ὁ Ἅγιος Μάρτυς ΑΓΑΠΙΟΣ θηρίοις σπαραχθεὶς τελειοῦται.

Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις,
Τὴν πίστιν ἀσάλευτός εἰμί σοι, Λόγε.

 

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΗΛΙΟΔΩΡΟΥ τοῦ ἐν Μαγιδῷ τῆς Παμφυλίας.

Ἡλιόδωρος Χριστὸν Ἥλιον βλέπων,
Ἀνώτερος πέφηνε βασάνων σκότους.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Μνήμη τῶν Ἁγίων Μαρτύρων ΑΝΘΙΜΟΥ, ΘΑΛΛΕΛΑΙΟΥ, ΧΡΙΣΤΟΦΟΡΟΥ, ΕΥΦΗΜΙΑΣ καὶ τῶν τέκνων αὐτῶν καὶ τοῦ Ἁγίου ΠΑΓΧΑΡΙΟΥ.

Δέχου Ἀθλητὰς πέντε, Χριστέ, καὶ δίδου
Πέντε στεφάνους, ὡς ἔπαθλα τοῖς ἄθλοις.

 

✥ Τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΒΑΡΛΑΑΜ Ἡγουμένου τοῦ Σπηλαίου Ρώσου.

  

ΕΠΙΣΤΡΟΦΗ