© 2026 Ἐκδόσεις Συναξαριστὴς
Created by Attenzo

Μαρτίου Α’ (1η)

✥ Τῇ Α’ (1ῃ) τοῦ μηνὸς Μαρτίου μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος ΕΥΔΟΚΙΑΣ τῆς ἀπὸ Σαμαρειτῶν.

Ἡ Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία,
Ἀλλ’ αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει.
Μαρτίου ἀμφὶ πρώτη ἡ Εὐδοκία ξίφος ἔτλη.

Εἰς τὴν Ἁγίαν ταύτην Ὁσιομάρτυρα Εὐδοκίαν Ἀκολουθίαν πλήρη συνέθεσεν ὁ Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

   

✥Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας ΔΟΜΝΙΝΗΣ τῆς Νέας.

Τῶν ἀρετῶν φέρουσα φόρτους Δομνῖνα,
Θεῷ προσῆλθεν ἔμπορος πανολβία.

Τὸν Βίον τῆς Ὁσίας ταύτης Μητρὸς ἡμῶν Δομνίνης συνέγραψεν ὁ Κύρου Θεοδώρητος ἐν ἀριθμῷ 30ῷ τῆς Φιλοθέου Ἱστορίας.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Μάρτυρος ΑΝΤΩΝΙΝΗΣ.

Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ
Ἀντωνῖναν κρύπτουσα, νύμφην Κυρίου.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Οἱ Ἅγιοι Μάρτυρες ΜΑΡΚΕΛΛΟΣ καὶ ΑΝΤΩΝΙΟΣ πυρὶ τελειοῦνται.

Χώνη τις ἡ κάμινος ἀθληταῖς δύο,
Οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.

     

✥ Οἱ Ἅγιοι Μάρτυρες ΣΙΛΒΕΣΤΡΟΣ καὶ ΣΩΦΡΟΝΙΟΣ ξίφει τελειοῦνται.

Οὐ καρτερῶν Σίλβεστρος θρησκεύειν πλάνην,
Σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρει.

     

✥ Ὁ Ἅγιος Μάρτυς ΝΕΣΤΟΡΙΑΝΟΣ ξίφει τελειοῦται.

Εἰς τοὐπίσω τράχηλον ἐξειλκυσμένος,
Νεστοριανὸς τὴν τομὴν πρόσω φέρει.

    

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων ΧΑΡΙΣΙΟΥ, ΝΙΚΗΦΟΡΟΥ καὶ ΑΓΑΠΙΟΥ.

Τριὰς Τριάδι νῦν παρίστατ’ ἐν Πόλῳ
Ἡ τῶν ἀθλητῶν τῇ τὰ πάντα κτισάσῃ.

     

✥ Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος ΑΓΑΠΙΟΣ ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπαιδίου Μονῆς ἀσκήσας, ὁ ὑπὸ τῶν Σαρακηνῶν αἰχμαλωτισθεὶς καὶ αὐτοὺς μεταβαλῶν καὶ βαπτίσας ἐν εἰρήνῃ τελειοῦται.

Εἰ καὶ τὸ σῶμα αἰχμάλωτος, παμμάκαρ,
Ἀλλ’ οὐχὶ γνώμην, Ἀγάπιε, ὡράθης.

Τὰ περὶ τούτου ἔγραψεν ὁ Ὅσιος Νικόδημος ὁ Ἁγιορείτης ἐν τῇ Ἀκολουθίᾳ τῶν Ἁγιορειτῶν Πατέρων. Εὶς τὸν Ὅσιον τοῦτον πλήρη Ἀκολουθίαν μετὰ δύο Κανόνων συνέγραψεν ὁ Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκλησίας Πατὴρ Γεράσιμος Μικραγιαννανίτης.

ΣΥΝΑΞΑΡΙΟΝ

    

ΕΠΙΣΤΡΟΦΗ