© 2026 Ἐκδόσεις Συναξαριστὴς
Created by Attenzo

Ἰουνίου ΚΗ’ (28η)

✥ Τῇ ΚΗ’ (28ῃ) τοῦ αὐτοῦ μηνὸς ἡ εὕρεσις τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων Ἀναργύρων ΚΥΡΟΥ καὶ ΙΩΑΝΝΟΥ.

Ὀστᾶ φανέντα Μαρτύρων Ἀναργύρων,
Βλύζουσι κρουνοὺς θαυμάτων ἀναργύρως.
Εἰκάδι ὀγδοάτῃ Κῦρος φάνη ἠδ’ ὁμόαθλος.

ΣΥΝΑΞΑΡΙΟΝ

   

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος ΠΑΠΠΙΟΥ.

Τὸν Παππίαν δὲ πῶς παρέλθω τῷ λόγῳ
Μάρτυρα ὄντα ἀνδρικὸν τοῦ Κυρίου;

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ δικαίου καὶ μακαρίου ΣΕΡΓΙΟΥ τοῦ Μαγίστρου, τοῦ συστησαμένου τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, τὴν ἐν τῷ κόλπῳ Νικομηδείας, τὴν λεγομένην τοῦ Νικητιάτου.

Ὁ Σέργιος, μάγιστρος ὢν πρὶν ἐν βίῳ
Θεοῦ μάγιστρος νῦν δέδεικται ἐν Πόλῳ.

ΣΥΝΑΞΑΡΙΟΝ

  

✥ Ὁ Ἅγιος Μάρτυς ΜΑΚΕΔΟΝΙΟΣ, τοὺς δακτύλους τῶν χειρῶν καὶ τῶν ποδῶν ἐκκοπείς, τελειοῦται.

Μακεδονίου Μάρτυρος τοὺς δακτύλους
Τέμνουσιν ἀνδρῶν δάκτυλοι μιαιφόνοι.

 

✥ Ὁ Ὅσιος ΟΥΛΚΙΑΝΟΣ ἐν εἰρήνῃ τελειοῦται.

Εἴσελθε χαίρων, Οὐλκιανὲ παμμάκαρ,
Τὴν οὐρανῶν ἤνοιξε Χριστός σοι πύλην.

 

✥ Ὁ Ἅγιος ΠΑΥΛΟΣ ὁ ἰατρὸς ἐν εἰρήνῃ τελειοῦται.

Ἔπαυε Παῦλος πρὶν τομῇ, καύσει χρίσει
Πάθη, τανῦν δὲ ταῦτα πρεσβείᾳ λύει.

 

✥ Οἱ Ἅγιοι ΔΥΟ ΠΑΙΔΕΣ σταυρωθέντες τελειοῦνται.

Ἐν τοῖς χρόνου πίναξι καὶ Παῖδας δύω
Σταυρουμένους γράφουσι παῖδες ζωγράφων.

 

✥ Ὁ Ὅσιος ΜΩΫΣΗΣ ὁ Ἀναχωρητὴς ἐν εἰρήνῃ τελειοῦται.

Τῶν ἀρετῶν ἀνῆλθε Μωϋσῆς εἰς ὄρος,
Κἀκεῖ τέθνῃκεν ὡς ὁ Μωσῆς εἰς ὄρος.

Ὁ Μωϋσῆς οὗτος ἄλλος εἶναι ἀπὸ τὸν Αἰθίοπα, καθότι ἐκεῖνος ἑορτάζεται κατὰ τὴν εἰκοστὴν ὀγδόην τοῦ Αὐγούστου καὶ ἴσως οὗτος εἶναι ὁ Πνευματοφόρος ἐκεῖνος Μωϋσῆς, ὅστις εἶπεν εἰς τὸν Κασσιανὸν καὶ Ἅγιον Γερμανὸν τὴν θαυμαστὴν ἐκείνην διδασκαλίαν περὶ διακρίσεως, ἥτις ἀναφέρεται ἐν τῷ Εὐεργετινῷ (ἡμετέρα ἔκδοσις, Τόμος Γʹ, Ὑπόθεσις ΛΑʹ).

 

✥ Ὁ Ἅγιος ΔΟΝΑΓΟΣ Ἐπίσκοπος Λιβύης πυρὶ τελειοῦται.

Στέξον τὸ πῦρ, Δόναγε, τῆς γὰρ σῆς κάρας,
Ὥς φησι Χριστός, οὐκ ὀλεῖται θρὶξ ὅλως.

 

✥ Οἱ Ἅγιοι ΕΒΔΟΜΗΚΟΝΤΑ Μάρτυρες οἱ ἐν Σκυθοπόλει ξίφει τελειοῦνται.

Εἶχες μαθητὰς ἑπτάκις, Σῶτερ, δέκα
Ἔχεις ἀθλητὰς καὶ τοσούτους ἐκ ξίφους.

 

✥ Οἱ Ἅγιοι ΤΡΕΙΣ Μάρτυρες οἱ ἐκ Γαλατίας ξίφει τελειοῦνται.

Τρεῖς ἄνδρες ἡμεῖς, ἀλλὰ συμπνοίας λόγῳ
Ὡς εἷς ἰδοὺ χωροῦμεν οἱ τρεῖς πρὸς ξίφος.

 

✥ Ὁ Ὅσιος ΜΑΓΝΟΣ προσευχόμενος ἐν εἰρήνῃ τελειοῦται.

Ἐν τῇ προσευχῇ θεῖος ἐκπνεύσας Μάγνος,
Ὑπῆρξε δῆλος λῆξιν αἰτήσας βίου.

 

✥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν ΣΕΡΓΙΟΥ καὶ ΓΕΡΜΑΝΟΥ ἐν Βαλάμῃ τῶν θαυματουργῶν Ρώσων.

   

ΕΠΙΣΤΡΟΦΗ